Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.305 Joseph. BJ 5.310 (English) >>Joseph. BJ 5.316

5.308νὺξ δὲ ἀνέπαυε μόλις ἕωθεν ἀρχομένους· ἦν δʼ ἄυπνος ἀμφοτέροις καὶ χαλεπωτέρα τῆς ἡμέρας, δέει τῶν μὲν ὅσον οὔπω καταληφθήσεσθαι τὸ τεῖχος, τῶν δʼ ἐπιθήσεσθαι Ἰουδαίους τοῖς στρατοπέδοις, ἔν τε τοῖς ὅπλοις ἑκάτεροι διανυκτερεύοντες ὑπὸ τὰς πρώτας αὐγὰς ἕτοιμοι πρὸς μάχην ἦσαν. 5.309καὶ παρὰ μὲν Ἰουδαίοις ἔρις ἦν ὅστις προκινδυνεύσας χαρίσαιτο τοῖς ἡγεμόσιν, μάλιστα δὲ τοῦ Σίμωνος αἰδὼς ἦν καὶ δέος, οὕτως τε προσεῖχεν ἕκαστος αὐτῷ τῶν ὑποτεταγμένων, ὡς καὶ πρὸς αὐτοχειρίαν ἑτοιμότατος εἶναι κελεύσαντος· 5.310Ῥωμαίοις δὲ ἐπʼ ἀνδρείαν ἦν προτροπὴ τοῦ τε κρατεῖν ἔθος καὶ ἥττης ἀήθεια συνεχής τε στρατεία καὶ διηνεκεῖς μελέται καὶ μέγεθος ἡγεμονίας, πρὸ δὲ πάντων Τίτος ἀεὶ πᾶσιν πανταχοῦ παρατυγχάνων. 5.311τό τε γὰρ μαλακισθῆναι παρόντος καὶ συναγωνιζομένου Καίσαρος δεινὸν ἐδόκει, καὶ τῷ καλῶς ἀγωνισαμένῳ μάρτυς αὐτὸς καὶ τιμήσων παρῆν· κέρδος δʼ ἦν ἤδη καὶ τὸ γνωσθῆναι Καίσαρι γενναῖον ὄντα. διὰ τοῦτο πολλοὶ τῆς κατὰ σφᾶς ἰσχύος ἀμείνους τῇ προθυμίᾳ διεφάνησαν. 5.312παραταξαμένων γοῦν κατὰ ταύτας τὰς ἡμέρας τῶν Ἰουδαίων πρὸ τοῦ τείχους καρτερῷ στίφει καὶ διακοντιζομένων ἔτι πόρρωθεν τῶν ταγμάτων ἑκατέρων Λογγῖνός τις τῶν ἱππέων ἐξαλλόμενος τῆς Ῥωμαϊκῆς τάξεως ἐμπηδᾷ μέσῃ τῇ τῶν Ἰουδαίων φάλαγγι,


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.305 Joseph. BJ 5.310 (English) >>Joseph. BJ 5.316

Powered by PhiloLogic